Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 6.66 Hdt. 6.67 (English) >>Hdt. 6.68

ch. 67 6.67.1 κατὰ μὲν δὴ Δημαρήτου τὴν κατάπαυσιν τῆς βασιληίης οὕτω ἐγένετο, ἔφυγε δὲ Δημάρητος ἐκ Σπάρτης ἐς Μήδους ἐκ τοιοῦδε ὀνείδεος. μετὰ τῆς βασιληίης τὴν κατάπαυσιν Δημάρητος ἦρχε αἱρεθεὶς ἀρχήν. 6.67.2 ἦσαν μὲν δὴ γυμνοπαιδίαι, θεωμένου δὲ τοῦ Δημαρήτου Λευτυχίδης γεγονὼς ἤδη βασιλεὺς αὐτὸς ἀντʼ ἐκείνου, πέμψας τὸν θεράποντα ἐπὶ γέλωτί τε καὶ λάσθῃ εἰρώτα τὸν Δημάρητον ὁκοῖόν τι εἴη τὸ ἄρχειν μετὰ τὸ βασιλεύειν. 6.67.3 δὲ ἀλγήσας τῷ ἐπειρωτήματι εἶπε φὰς αὐτὸς μὲν ἀμφοτέρων ἤδη πεπειρῆσθαι, κεῖνον δὲ οὔ, τὴν μέντοι ἐπειρώτησιν ταύτην ἄρξειν Λακεδαιμονίοισι μυρίης κακότητος μυρίης εὐδαιμονίης. ταῦτα δὲ εἴπας καὶ κατακαλυψάμενος ἤιε ἐκ τοῦ θεήτρου ἐς τὰ ἑωυτοῦ οἰκία, αὐτίκα δὲ παρασκευασάμενος ἔθυε τῷ Διὶ βοῦν, θύσας δὲ τὴν μητέρα ἐκάλεσε.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 6.66 Hdt. 6.67 (English) >>Hdt. 6.68

Powered by PhiloLogic